Add parallel Print Page Options

35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, [a]ἥξει [b]ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ [c]ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον [d]ὄρνις ἐπισυνάγει τὰ νοσσία [e]αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ἀποκτείνουσα WH Treg NIV ] ἀποκτένουσα RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 ὄρνις ἐπισυνάγει WH Treg NIV ] ἐπισυνάγει ὄρνις RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:37 αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP